Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.186 Joseph. AJ 18.192 (English) >>Joseph. AJ 18.196

18.189τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον.” Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα. 18.190ἐπεὶ δʼ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, “καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι”. τοῦ δὲ ἐπανερομένου ὅντινα, “Ἀγρίππαν γεεἶπεν. 18.191καὶ Ἀγρίππας τρέπεται μὲν κατὰ δεήσεις, τοῦ τε παιδὸς συνετέθραπτο μνημονεύων καὶ τοῦ Τιβερίου τῆς ἐκτροφῆς, οὐ μὴν ἤνυέν γέ τι, ἀλλʼ ἦγον αὐτὸν ἐν πορφυρίσι δέσμιον. 18.192καὶ καῦμά τε γὰρ σφοδρὸν ἦν καὶ ὑπὸ οἴνου τοῦ ἐπὶ σιτίοις μὴ πολλοῦ γεγονότος δίψος ἐξέκαιεν αὐτόν, καί τι καὶ ἠγωνία καὶ τὸ παρʼ ἀξίαν προσελάμβανεν, θεασάμενός τινα τῶν Γαΐου παίδων Θαυμαστὸν ὄνομα ὕδωρ ἐν ἀγγείῳ κομίζοντα ᾔτησε πιεῖν. 18.193καὶ ὀρέξαντος προθύμως πιών, “ἀλλʼ εἴπερ ἐπʼ ἀγαθοῖς, φησίν, παῖ, τὰ τῆσδέ σου τῆς διακονίας γέγονεν, διαφυγῆς μοι γενομένης τῶνδε τῶν δεσμῶν οὐκ ἂν βραδύνοιμι ἐλευθερίαν εἰσπρασσόμενός σοι παρὰ Γαΐου, ὃς καὶ δεσμώτῃ μοι γενομένῳ διακονεῖσθαι καθάπερ ἐν τῷ πρότερον καθεστηκότι σχήματι τῆς περὶ ἐμὲ ἀξιώσεως οὐκ ἐνέλιπες.” καὶ οὐκ ἐψεύσατο ταῦτα εἰπών, ἀλλὰ δὴ ἠμείψατο·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.186 Joseph. AJ 18.192 (English) >>Joseph. AJ 18.196

Powered by PhiloLogic